Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.74.1 Hdt. 7.77.1 (English) >>Hdt. 7.80.1

7.75.2 οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς αὐτοὶ λέγουσι, Στρυμόνιοι, οἰκέοντες ἐπὶ Στρυμόνι· ἐξαναστῆναι δὲ φασὶ ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν. Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης Ἀρταβάνου.

ch. 76 7.76.1 .... ἀσπίδας noteδὲ ὠμοβοΐνας εἶχον σμικράς, καὶ προβόλους δύο λυκιοεργέας ἕκαστος εἶχε, ἐπὶ δὲ τῇσι κεφαλῇσι κράνεα χάλκεα· πρὸς δὲ τοῖσι κράνεσι ὦτά τε καὶ κέρεα προσῆν βοὸς χάλκεα, ἐπῆσαν δὲ καὶ λόφοι· τὰς δὲ κνήμας ῥάκεσι φοινικέοισι κατειλίχατο. ἐν τούτοισι τοῖσι ἀνδράσι Ἄρεος ἐστὶ χρηστήριον.

ch. 77 7.77.1 Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω. Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας. τούτων πάντων ἦρχε Βάδρης Ὑστάνεος.

ch. 78 7.78.1 Μόσχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κυνέας ξυλίνας εἶχον, ἀσπίδας δὲ καὶ αἰχμὰς σμικράς· λόγχαι δὲ ἐπῆσαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι ἐστρατεύοντο. τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε, Μόσχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος Δαρείου τε παῖς καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ Μοσσυνοίκους Ἀρταΰκτης Χεράσμιος, ὃς Σηστὸν τὴν ἐν Ἑλλησπόντῳ ἐπετρόπευε.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.74.1 Hdt. 7.77.1 (English) >>Hdt. 7.80.1

Powered by PhiloLogic